Philippians 3

1Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.

2Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. 3ἡμεῖς γάρ ἐσμεν περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, 4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.

Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
5περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6κατὰ
 ζῆλος = WH Treg NA/NIV: || ζῆλον = RP
ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

7Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8ἀλλὰ
 μενοῦνγε = WH NA/NIV: || μέν οὖν = Treg RP
μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι
 σκύβαλα = WH Treg NA/NIV: || σκύβαλα εἶναι = RP
σκύβαλα ἵνα Χριστὸν κερδήσω
9καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ
 κοινωνίαν = WH Treg: || τὴν κοινωνίαν τῶν = NA/NIV RP
κοινωνίαν παθημάτων αὐτοῦ,
 συμμορφιζόμενος = WH Treg NA/NIV: || συμμορφούμενος = RP
συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ,
11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν
 τὴν ἐκ = WH Treg NA/NIV: || τῶν = RP
τὴν ἐκ ⸃ νεκρῶν.

12Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ᾽ καὶ κατελήμφθην ὑπὸ
 Χριστοῦ = Treg: || Χριστοῦ Ἰησοῦ = WH NA/NIV; || τοῦ Χριστοῦ Ἰησοῦ = RP
Χριστοῦ.
13ἀδελφοί, ἐγὼ ἐμαυτὸν
 οὐ = Treg RP NA: || οὔπω = WH NIV
οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,
14κατὰ σκοπὸν διώκω
 εἰς = WH Treg NA/NIV: || ἐπὶ = RP
εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
15ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει· 16πλὴν εἰς ἐφθάσαμεν, τῷ αὐτῷ
 στοιχεῖν = WH Treg NA/NIV: || στοιχεῖν κανόνι τὸ αὐτὸ φρονεῖν = RP
στοιχεῖν.

17Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· 18πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ = RP
ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι
 αὑτῷ = WH: || αὐτῷ = Treg NA/NIV; || ἑαυτῷ = RP
αὑτῷ τὰ πάντα.

Copyright information for SBLG